Luke 21

1Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας
 εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν = WH Treg NA/NIV: || τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον = RP
εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν ⸃ πλουσίους.
2εἶδεν δέ
 τινα = WH Treg NA/NIV: || τινα καὶ = RP
τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ
 λεπτὰ δύο = WH Treg NA/NIV: || δύο λεπτά = RP
λεπτὰ δύο ⸃,
3καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι χήρα
 ἡ πτωχὴ αὕτη = RP: || αὕτη ἡ πτωχὴ = WH Treg NA/NIV
πτωχὴ αὕτη ⸃ πλεῖον πάντων ἔβαλεν·
4
 πάντες = WH NA/NIV: || ἅπαντες = Treg RP
πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ
 δῶρα = WH NA/NIV: || δῶρα τοῦ θεοῦ = Treg RP
δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς
 πάντα = WH Treg NA/NIV: || ἅπαντα = RP
πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.

5Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· 6Ταῦτα θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ
 λίθῳ = Treg NA/NIV RP: || λίθῳ ὧδε = WH
λίθῳ ὃς οὐ καταλυθήσεται.

7Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; 8 δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου
 λέγοντες = WH NA/NIV: || λέγοντες ὃτι = Treg RP
λέγοντες· Ἐγώ εἰμι καί· καιρὸς ἤγγικεν·
 μὴ = WH Treg NA/NIV: || μὴ οὖν = RP
μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
9ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ᾽ οὐκ εὐθέως τὸ τέλος. 10τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11σεισμοί τε μεγάλοι
 καὶ κατὰ τόπους = WH Treg NA/NIV: || κατὰ τόπους καὶ = RP
καὶ κατὰ τόπους ⸃
 λιμοὶ καὶ λοιμοὶ = NA/NIV RP: || λοιμοὶ καὶ λιμοὶ = WH Treg
λιμοὶ καὶ λοιμοὶ ⸃ ἔσονται, φόβητρά τε καὶ
 σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα = Treg RP: || ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα = WH NA/NIV; || σημεῖα μεγάλα ἀπ’ οὐρανοῦ = WHmarg
σημεῖα ἀπ᾽ οὐρανοῦ μεγάλα ⸃ ἔσται.

12Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς
 τὰς = WH Treg NA/NIV: || [omit] = RP
τὰς συναγωγὰς καὶ φυλακάς,
 ἀπαγομένους = WH Treg NA/NIV: || ἀγομένους = RP
ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
13
 ἀποβήσεται = WH NA/NIV: || ἀποβήσεται δὲ = Treg RP
ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
14
 θέτε = WH Treg NA/NIV: || Θέσθε = RP
θέτε οὖν
 ἐν ταῖς καρδίαις = WH Treg NA/NIV: || εἰς τὰς καρδίας = RP
ἐν ταῖς καρδίαις ⸃ ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,
15ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν οὐ δυνήσονται
 ἀντιστῆναι ἢ ἀντειπεῖν = WH Treg NA/NIV: || ἀντειπεῖν οὐδὲ ἀντιστῆναι = RP
ἀντιστῆναι ἀντειπεῖν ⸃
 ἅπαντες = WH Treg NA/NIV: || πάντες = RP
ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
16παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ
 ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων = WH Treg NA/NIV: || συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν = RP
ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων ⸃, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
17καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19ἐν τῇ ὑπομονῇ ὑμῶν
 κτήσασθε = WH NA/NIV RP: || κτήσεσθε = Treg
κτήσασθε τὰς ψυχὰς ὑμῶν.

20Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ
 στρατοπέδων = WH Treg NA/NIV: || στρατοπέδων τὴν = RP
στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἐρήμωσις αὐτῆς.
21τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23
 οὐαὶ = WH Treg NA/NIV: || οὐαὶ δὲ = RP
οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ
 ὀργὴ = WH Treg NA/NIV: || ὀργὴ ἐν = RP
ὀργὴ τῷ λαῷ τούτῳ,
24καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς
 τὰ ἔθνη πάντα = WH Treg NA/NIV: || πάντα τὰ ἔθνη = RP
τὰ ἔθνη πάντα ⸃, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι
 οὗ = WH Treg NA/NIV: || [omit] = RP
οὗ
 πληρωθῶσιν = Treg NA/NIV RP: || πληρωθῶσιν καὶ ἔσονται = WH
πληρωθῶσιν καιροὶ ἐθνῶν.

25Καὶ
 ἔσονται = WH Treg NA/NIV: || ἔσται = RP
ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ
 ἤχους = WH Treg NA/NIV: || ἠχούσης = RP
ἤχους θαλάσσης καὶ σάλου,
26ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἀπολύτρωσις ὑμῶν.

29Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾽ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν βασιλεία τοῦ θεοῦ. 32ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33 οὐρανὸς καὶ γῆ
 παρελεύσονται = WH Treg NA/NIV: || παρέλθωσιν = RP
παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

34Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν
 ὑμῶν αἱ καρδίαι = NA/NIV RP: || αἱ καρδίαι ὑμῶν = WH Treg
ὑμῶν αἱ καρδίαι ⸃ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ
 ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος = WH Treg NA/NIV: || αἰφνίδιος ἐφ᾽ ὑμᾶς ἐπιστῇ = RP
ἐπιστῇ ἐφ᾽ ὑμᾶς αἰφνίδιος ⸃ ἡμέρα ἐκείνη
35ὡς παγίς·
 ἐπεισελεύσεται γὰρ = WH Treg NA/NIV: || γὰρ ἐπελεύσεται = RP
ἐπεισελεύσεται γὰρ ⸃ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
36ἀγρυπνεῖτε
 δὲ = WH Treg NA/NIV: || οὖν = RP
δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα
 κατισχύσητε = WH Treg NA/NIV: || καταξιωθῆτε = RP
κατισχύσητε ἐκφυγεῖν
 ταῦτα = WH Treg NA/NIV: || [omit] = RP
ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

37Ἦν δὲ τὰς ἡμέρας
 ἐν τῷ ἱερῷ διδάσκων = WH NA/NIV RP: || διδάσκων ἐν τῷ ἱερῷ = Treg
ἐν τῷ ἱερῷ διδάσκων ⸃, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν·
38καὶ πᾶς λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.



Copyright information for SBLG